Ὄµνυµι Ἀπόλλωνα ἰητρὸν, καὶ Ἀσκληπιὸν, καὶ Ὑγείαν, καὶ Πανάκειαν, καὶ θεοὺς πάντας τε καὶ πάσας, ἵστορας ποιεύµενος, ἐπιτελέα ποιήσειν κατὰ δύναµιν καὶ κρίσιν ἐµὴν ὅρκον τόνδε καὶ ξυγγραφὴν τήνδε.Ἡγήσασθαι µὲν τὸν διδάξαντά µε τὴν τέχνην ταύτην ἴσα γενέτῃσιν ἐµοῖσι, καὶ βίου κοινώσασθαι, καὶ χρεῶν χρηίζοντι µετάδοσιν ποιήσασθαι, καὶ γένος τὸ ἐξ ωὐτέου ἀδελφοῖς ἴσον ἐπικρινέειν ἄῤῥεσι, καὶ διδάξειν τὴν τέχνην ταύτην, ἢν χρηίζωσι µανθάνειν, ἄνευ µισθοῦ καὶ ξυγγραφῆς, παραγγελίης τε καὶ ἀκροήσιος καὶ τῆς λοιπῆς ἁπάσης µαθήσιος µετάδοσιν ποιήσασθαι υἱοῖσί τε ἐµοῖσι, καὶ τοῖσι τοῦ ἐµὲ διδάξαντος, καὶ µαθηταῖσι συγγεγραµµένοισί τε καὶ ὡρκισµένοις νόµῳ ἰητρικῷ, ἄλλῳ δὲ οὐδενί. ∆ιαιτήµασί τε χρήσοµαι ἐπ' ὠφελείῃ καµνόντων κατὰ δύναµιν καὶ κρίσιν ἐµὴν, ἐπὶ δηλήσει δὲ καὶ ἀδικίῃ εἴρξειν.Οὐ δώσω δὲ οὐδὲ φάρµακον οὐδενὶ αἰτηθεὶς θανάσιµον, οὐδὲ ὑφηγήσοµαι ξυµβουλίην τοιήνδε. Ὁµοίως δὲ οὐδὲ γυναικὶ πεσσὸν φθόριον δώσω. Ἁγνῶς δὲ καὶ ὁσίως διατηρήσω βίον τὸν ἐµὸν καὶ τέχνην τὴν ἐµήν.Οὐ τεµέω δὲ οὐδὲ µὴν λιθιῶντας, ἐκχωρήσω δὲ ἐργάτῃσιν ἀνδράσι πρήξιος τῆσδε.Ἐς οἰκίας δὲ ὁκόσας ἂν ἐσίω, ἐσελεύσοµαι ἐπ' ὠφελείῃ καµνόντων, ἐκτὸς ἐὼν πάσης ἀδικίης ἑκουσίης καὶ φθορίης, τῆς τε ἄλλης καὶ ἀφροδισίων ἔργων ἐπί τε γυναικείων σωµάτων καὶ ἀνδρῴων, ἐλευθέρων τε καὶ δούλων. Ἃ δ' ἂν ἐν θεραπείῃ ἢ ἴδω, ἢ ἀκούσω, ἢ καὶ ἄνευ θεραπηίης κατὰ βίον ἀνθρώπων, ἃ µὴ χρή ποτε ἐκλαλέεσθαι ἔξω, σιγήσοµαι, ἄῤῥητα ἡγεύµενος εἶναι τὰ τοιαῦτα.Ὅρκον µὲν οὖν µοι τόνδε ἐπιτελέα ποιέοντι, καὶ µὴ ξυγχέοντι, εἴη ἐπαύρασθαι καὶ βίου καὶ τέχνης δοξαζοµένῳ παρὰ πᾶσιν ἀνθρώποις ἐς τὸν αἰεὶ χρόνον. Παραβαίνοντι δὲ καὶ ἐπιορκοῦντι, τἀναντία τουτέων.